Αριστοτέλους
Ρητορική, Α΄ 1-2 (έκδ. του R. Kassel)
Η
σχέση ρητορικής και διαλεκτικής
Ἡ ῥητορική ἐστιν ἀντίστροφος[1] τῇ διαλεκτικῇ˙
ἀμφότεραι γὰρ περὶ τοιούτων τινῶν εἰσιν ἃ κοινὰ τρόπον τινὰ ἁπάντων ἐστὶ
γνωρίζειν καὶ οὐδεμιᾶς ἐπιστήμης ἀφωρισμένης[2] . Διὸ καὶ
πάντες τρόπον τινὰ μετέχουσιν ἀμφοῖν[3] ˙ πάντες
γὰρ μέχρι τινὸς καὶ ἐξετάζειν καὶ ὑπέχειν λόγον καὶ ἀπολογεῖσθαι καὶ κατηγορεῖν
ἐγχειροῦσιν. Τῶν μὲν οὖν πολλῶν οἱ μὲν εἰκῇ[4] ταῦτα δρῶσιν,
οἱ δὲ διὰ συνήθειαν ἀπὸ ἕξεως[5] . Ἐπεὶ
δ’ ἀμφοτέρως ἐνδέχεται, δῆλον ὅτι εἴη ἂν αὐτὰ καὶ ὁδῷ[6] ποιεῖν˙
δι’ ὃ γὰρ ἐπιτυγχάνουσιν οἵ τε διὰ συνήθειαν καὶ οἱ ἀπὸ ταὐτομάτου, τὴν αἰτίαν
θεωρεῖν ἐνδέχεται, τὸ δὲ τοιοῦτον ἤδη πάντες ἂν ὁμολογήσαιεν τέχνης ἔργον εἶναι.